Type 2396
(formerly typ/473)
| Ἄναρχε Χριστέ, τῶν καλῶν ἡ ἀκρότης, | |
| ὁ νύκτας ποιῶν καὶ δᾳδουχῶν ἡμέρας, | |
| σκέπε, φρούρει, φύλαττε τὸν Κορίνθιον Παῦλον, | |
| ὃς ἦν ἐκ μονῆς Ἀγροῦ τῶν ἀποστόλων | |
| κάτοικος δ’ αὖθις θεοτόκου τοῦ Μῆλι | |
| σύμπραξον ἀρχήν, συμμάχησον καὶ τέλος· | |
| ἡ χεὶρ τὸ γράμμα νοῦς ἐφέλκει τοὺς λόγους, | |
| τὸ πνεῦμα δ᾽ αὖθις συμπαρέσχεν τὴν σχέσιν, | |
| ὡς τοῦ γράφειν ἔπαυσα τοὺς τρεῖς δακτύλους· | |
| τῇ χειρί, Χριστέ, τῇ ταύτῃ χαραξάσῃ | |
| παράσχου χάριν χριστὰ γράμματα γράφειν. |
Last modified: 2026-01-19.
