Type 3005
(formerly typ/1106)
| ἡ χεὶρ τὸ γράμμα νοῦς τ᾽ ἐφέλκει τοὺς λόγους | |
| τὸ πνεῦμα δ᾽ αὖθις συμπαρέσχεν τὴν σχέσιν | |
| τοὺς τρεῖς δακτύλους ὡς τοῦ γράφειν ἔπαυσα | |
| πέπαυμαι καὶ νῦν τοῦ γράφειν τὴν βίβλον ταύτην | |
| φεβρουαρίῳ μηνὶ εἰς τὴν δευτέραν βάσιν | |
| ἔτος δ᾽ ὑπῆρχεν, τὰς χιλιάδας φέρον | |
| αὐτὰς μόνας ἕξ, ἅμα ἐξακοσίων | |
| τέσσαρας καὶ δέκα σὺν τῇ ἰνδίκτῳ ἅμα | |
| εἰ ἦτε πάντες ὦ φίλοι μεμνημένοι | |
| ὡς ἀναξίῳ, ἐμοί τε γράψαντι | |
| παπὰς Νικόλας ὁ καὶ πάνυ χθαμαλῷ | |
| μονῆς καλλίστης τῆς τοῦ Ἀρχιστρατήγου. |
Last modified: 2026-01-19.
