Type 2478
(formerly typ/557)
| Ὁρᾶς θεατὰ τὴν παροῦσαν πυκτίδα. | |
| πέφυκεν αὕτη Γρηγορίου πανσόφου | |
| τοῦ θεολόγου, τῆς βροντῆς τῶν δογμάτων | |
| τοῦ τὰς φάλαγγας κακοδόξων ἁπάσας | |
| πυρὶ καταφλέξαντος ἀσβέστω λόγου | |
| πίστιν δὲ τρανώσαντος αὐτὴν, ὡς θέμις | |
| τήν τῆς Τριάδος καὶ σοφῆς μοναρχίας | |
| κτᾶται δὲ ταύτην ἐν διαπύρω πόθω | |
| ὁ Συναδηνὸς Κομνηνὸς Ἰωάννης | |
| ἀνακτόγαμβρος, στρατοπεδάρχης μέγας | |
| οὐδεὶς γὰρ ἄλλος τῶν βροτῶν τῶν ἐν βίω | |
| στρατηγικαῖς χάρισιν ἠγλαϊσμένος | |
| καὶ βασιλικαῖς ἀξίαις ἐστεμμένος | |
| τοσαύτας αὐχεῖ θείας ἱερὰς βίβλους | |
| ὡς οὗτος ἀνὴρ παγκλεής τε καὶ μέγας | |
| καὶ γὰρ κενοῖ πάντα γε τὸν τούτου βίον | |
| εἰς κτῆσιν αὐτῶν τῶν θεηγόρων βίβλων | |
| κενοῖ χρυσόν τε καὶ λίθους καὶ μαργάρους | |
| πρὸς κτῆσιν αὐτῶ τῶν λογίων κυρίου | |
| τῶν ὡς ἀληθῶς ὑπὲρ χρυσίον ὄντων | |
| καὶ τιμιωτέρων τε τῶν διαφανῶν λίθων | |
| οὐ φείδεται χρημάτων οὐδὲ κτημάτων | |
| οὐ παντοδαπῆς τιμίας ἄλλης ὕλης | |
| μία δέ τις ἔνεστιν ἡ προθυμία | |
| ἡ τῶν ἁπασῶν ἱερῶν κτῆσις βίβλων | |
| ὑπὲρ δὲ ταύτης τῆς καλλίστης ἀγάπης | |
| ἣν πρὸς Θεὸν ἔχει τὲ καὶ πρὸς τὰς βίβλους | |
| ἐνταῦθα μὲν λήψαιτο τοὺς μισθοὺς, ὅσους | |
| ὡς παμμυρίους ναὶ μὰ τὸν φήσαντά γε | |
| μετὰ μόρον δὲ, τὸν παράδεισον λάχος | |
| καὶ τὴν ἀνεκλάλητον τρυφὴν τὴν ἄνω | |
| ἣν ἐβράβευσε τοῖς δικαίοις πρὸ χρόνων |
| Editorial status | Not a critical text |
| Genre(s) | Patron-related epigram |
| Metre(s) | Dodecasyllable |
| Tag(s) | Entreaty for first person |
| Bibliography | |
| Number of verses | 32 |
| Occurrence(s) |
[17974] Ὁρᾶς θεατὰ τὴν παροῦσαν πυκτίδα
[13th c.]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 456 [1276-1300] (f. 467v) (32 verses) |
| Identification | Vassis ICB 2005, 543: "Possessoris libri subscr." |
| Permalink | http://dev.dbbe.ugent.be/types/2478 |
Last modified: 2026-01-19.
