Type 3068
(formerly typ/1180)
| Ἰωσὴφ οἰκτρὸς εὐτελὴς ῥακενδύτης | |
| τὴν ἱερὰν κλίμακα ταύτην ἐκ πόθου | |
| ἔγραψα χερσὶν οὔμενουν ταῖς ἰδίαις | |
| ἀλλ᾽ ὥσπερ ηὐπόρησα τῶν μισθωμάτων | |
| ταύτην ἁνατρέχοντες οὐκοῦν πατέρες | |
| ταῖς πρακτικαῖς μάλιστα νῦν ἐργασίαις | |
| πρὸς τὰς μονὰς βαίνοιτε τὰς οὐρανίους | |
| τὴν γῆν ἀφέντας καὶ τὰ τῆς γῆς τοῖς κάτω | |
| ἐμοῦ δὲ τοῦ τάλανος ἐν μονοτρόποις | |
| διηνεκῶς μέμνησθε πρὸς τὸν δεσπότην | |
| ὅπως διαβὰς τὴν θάλασσαν τοῦ βίου | |
| πρὸς λιμένας φθάσαιμι τοὺς οὐρανίους. |
Last modified: 2026-01-19.
