Type 5640
(formerly typ/3695)
| Τὸ μὲν δὴ οὖν ψαλμὸς Δαβὶδ γενικῶς εἰρημένον˙ | |
| ἐν ἄλλοις δὲ ψαλμὸς Δαβὶδ δοτικῶς λελεγμένον˙ | |
| ἔχει τινὰ διαστολὴν ἣν ἐφερμηνευτέον˙ | |
| ὅπου μὲν γὰρ ψαλμὸς Δαβὶδ γενικῶς προεγράφη, | |
| αὐτὸς ἐκεῖνος ὁ Δαβὶδ συγγραφεὺς παρεισῆκται. | |
| Ὅπου δὲ κεῖται δοτικῶς ἄλλος μὲν ὁ συγγράψας˙ | |
| ἀνήνεκται δὲ τῷ Δαβὶδ ὥσπερ ἀνάθημά τι. | |
| Πρὸς τούτοις μάθε τι δηλοῖ ἡ τῶν διαψαλμάτων | |
| φωνὴ κειμένη τῶν ψαλμῶν ἐνίως καὶ πολλάκις˙ | |
| ἔστι δὲ τὸ διάψαλμα μεταβολή τις μέλους˙ | |
| ἐν γὰρ ὀργάνοις μουσικοῖς τῶν ψαλμῶν λεγομένων | |
| πολλάκις μεταβάλλονται εἰς ῥυθμοὺς διαφόρους˙ | |
| ὡς ἐν χορδῇ ὡς ἐν φωνῇ τῶν μελῶν αἱ συνθέσεις. | |
| ἢ νοῆσον διάψαλμα μεταβολὴν προσώπου˙ | |
| μελωδουμένου γὰρ ψαλμοῦ πρός τινος χοροψάλτου, | |
| ἕτερος ὑπεδέχετο τούτου τὴν ἁρμονίαν. | |
| Ἢ διάψαλμʹ ὠνόμασται τὸ διάλειμμα τάχα; | |
| Γρηγόριος δʹ ὁ νυσαεὺς ἄλλην αἰτίαν λέγει˙ | |
| ὡς ἄνωθεν τοῦ πμεύματος ἀεὶ χορηγουμένου | |
| τοῖς τοὺς ψαλμοὺς συγγράψασι πρὸς δὲ καῖ μελωδοῦσι | |
| ἐγίνετό τις ἔλλαμψις κρείττων καὶ θειοτέρα, | |
| πρὸς ἣν ὁ μύστης ἵστατο ὥσπερ ἐκπεπληγμένος˙ | |
| ταύτην τοίνυν τὴν μεταξὺ τῶν μεμουσουργημένων | |
| ἢ τομὴν ἢ διάλειμμα ἢ μέλους ἡσυχίαν | |
| ὁ λόγος κατωνόμασε διάψαλμα πανσόφως. | |
| οἱ δὲ σὲλ ἐπιγράφουσιν ἀντὶ διαψαλμάτων˙ | |
| ἑβραϊκὴ δʹ ἡ συλλαβὴ. Δηλοῖ δʹ ἀειλογίαν˙ | |
| δηλοῖ δὲ τὰς τοῦ πνεύματος ἀειρρύτους ἐλλάμψεις˙ | |
| κἂν γὰρ μικρὸν ἐπέπαυτο τῷ ψαλμωδῷ τὸ μέλος, | |
| ἀλλʹ ἡ πνευματικὴ φθογγὴ ἦν ἀεὶ φωνουμένη. |
| Text source | L. Westerink, 1992, Michaelis Pselli poemata, Stuttgart: 11-12 |
| Text status | Text completely known |
| Editorial status | Critical text |
| Genre(s) | Author-related epigram |
| Person(s) | |
| Metre(s) | Decapentasyllable |
| Subject(s) | |
| Tag(s) | Introduction to the subject |
| Comment | = Michael Psellos, Poem 1, vv. 262-291. |
| Bibliography |
Bibliography category to be determined T. Gaisford, 1812, Catalogus sive notitia manusciptorum qui a cel. E.D. Clarke compariti in Bibliotheca Bodleiana adversantur (vol. 1), Oxford: 57-58 |
| Number of verses | 30 |
| Occurrence(s) |
[16927] Τὸ μὲν δὴ οὖν ψαλμὸς δαβὶδ γενικῶς εἰρημένον
[1078]
OXFORD - Bodleian Library - Clarke 15 [1078] (f. 1r-2v) (30 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 769: "In psalterium" |
| Permalink | http://dev.dbbe.ugent.be/types/5640 |
Last modified: 2026-01-19.
