Type 6786
(formerly typ/4705)
| Ματθαῖος πόθεν, εἰπέ, μέγας, Λουκᾶς τε φέριστος, | |
| Τὴν μὲν ὅγ’, αὐτὰρ ὁ τήνδε βίβλοις ἐνέθηκε γενέθλην, | |
| Αἳ Χριστὸν κατάγουσιν ἀφ’ αἵματος ἀρχεγόνοιο; | |
| Πῶς δ’ ὁ μὲν ἐν πλεόνεσσιν, ὅδ’ ἐν παύροισιν ἔληξεν; | |
| Ἐς Δαυῒδ μὲν ἄνακτα γένους ῥόος ἀμφοτέροισιν | |
| Ἄτμητος· μετέπειτα ῥέει δίχα, ὑστάτιον δὲ | |
| Συμφέρεθ’ ὡς ἐπὶ πόντον ἀπείρονα Χριστὸν ὁδεύων. | |
| Ὧδέ κεν ἀθρήσειας, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ· | |
| Δαυῖδαι, Σολομών τε, Νάθαν τ’ ἔσαν, ὧν ὁ μὲν εἷλκεν | |
| Ὥς τε ῥόον μεγάλου ποταμοῦ, βασιλήϊον αἷμα· | |
| Αὐτὰρ ὅγ’ εὐαγέων τε φαεινοτάτων θ’ ἱερήων. | |
| Χριστὸς δ’ ἀμφότερ’ ἔσκεν, ἄναξ μέγας, ἀρχιερεύς τε. | |
| Τοὔνεκα Ματθαῖος μὲν ἐγράψατο πνεύματι θείῳ | |
| Τοὺς Σολομωντιάδας, Λουκᾶς δ’ ἐς Νάθαν ὄρουσεν. | |
| Ἐκ δὲ δύω γενεῶν, τῆς μὲν πλέον, ἐξ ἑτέρης δὲ | |
| Παυρότερον τὸ ῥέεθρον ἐπελθέμεν· οὐ μέγα θαῦμα. | |
| Οὐ μὲν παυρότερον· γενεῶν δ’ οὐκ ἴσον ἀριθμόν. | |
| Ὧδε τὰ πρῶτα κέασθεν, ἔπειτα δὲ εἰς ἓν ἄγερθεν. | |
| Φράζε δὲ καὶ τόδε μοι, πατέρων δύο πῶς ποτ’ Ἰωσήφ. | |
| Τέθμιον ἦν Μωσῆος, ἐπὴν ἄσπερμος ὄληται | |
| Ἑβραῖος, κάσιν ἤ τιν’ ὀλωλότος, ἤ τινα πηῶν | |
| Ἐγγύθεν, αἶψα δάμαρτα φίλην καὶ κτῆσιν ἔχοντα, | |
| Σπερμαίνειν φθιμένῳ τε γόνον καὶ οἶκον ἀέξειν, | |
| Ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται. | |
| Τοὔνεκα κρυπτὸν ὕπερθε Θεοῦ βροτέου τόδ’ ἀνεῦρον. | |
| Ματθὰν ἐκ Σολομῶνος ἄγων γένος, ἠγάγετ’ Ἐσθάν. | |
| Τοῦ δ’ ἄρ’ ἀποφθιμένοιο, Ναθείδης οὔνομα Μελχί. | |
| Καὶ τῷ μὲν Ἰακὼβ, τῷ δ’ Ἡλεὶ γείνατο παῖδας. | |
| Ἡλεὶ δὲ φθιμένοιο, ἐπεὶ γόνον οὔτιν’ ἔλειπεν, | |
| Αἶψα δόμον τε λέχος τε Ἰακὼβ οὐχ ὁμόπατρος | |
| Δέξατο, καὶ τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν Ἰωσήφ. | |
| Οὕτω τοῦ μὲν ἔην, τῷ δ’ ἔγραφε θεσμὸς Ἰωσήφ. | |
| Εὐαγγελιστῶν δ’ ὃς μὲν εἶπε τὴν φύσιν, | |
| Ματθαῖος, ὃς δ’ ἔγραψε Λουκᾶς τὸν νόμον. | |
| Παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν. | |
| Πῶς Δαυῒδ ἐς ἄνακτα φέρει Θεὸς, εὖτε φαάνθη | |
| Μητέρος ἐκ βροτέης Θεὸς ἄμβροτος; ἐκ μὲν Ἰωσὴφ, | |
| Πῶς ὅγε; παρθενικῆς γὰρ ἔην πάϊς, ἐκ Μαρίης δὲ, | |
| Λευίδης· Μαριὰμ γὰρ ἀφ’ αἵματος ἦεν Ἀαρών. | |
| Μάρτυς δ’ ἄγγελος ἄμμιν, ἐπεὶ Προδρόμοιο γενέθλην | |
| Ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρὶ, | |
| Μητέρας ἀμφοτέρας ὅγ’ ἀνήγαγεν ἐς μέγαν Ἀαρών. | |
| Φρῆτραι δ’ αὖ βασιλῆος ἀμιγέες, ἡ δ’ ἱερήων. | |
| Οὐκ ἔτυμον. Φρῆτραι μὲν ἔσαν δίχα, πολλάκι δ’ αὖτε | |
| Μίγνυντο. Πρόσθεν μὲν Ἀρὼν μεγάλοιο θύγατρα | |
| Ἠγάγετ’ ἐς μέγα δῶμα Ναασσὼν, ὃς δ’ ἀπ’ Ἰούδα | |
| Ἕκτος ἔην. Μετέπειτα δ’ ἐπεὶ πόλιν ὤλεσεν αἰχμὴ | |
| Ἀσσυρίων, Βαβυλών τε τὰ τέθμια πάντα τίναξεν, | |
| Οὐδὲ φυλῶν τῆμόσδε διακριδὸν αἷμα φυλάχθη | |
| Οὕτω μὲν διὰ μητρὸς ἀνέρχεται ἐς βασιλῆας. | |
| Ἐκ δὲ πατρὸς δοκέοντος ὅπως, φράζεσθαι ἄνωγα. | |
| Αὐγούστου βασιλῆος ἐπεὶ φόρος ἔγραφε πάντας | |
| Ἄλλοι μέν τ’ ἄλλῃσιν ἐνὶ πτολίεσσι γράφοντο | |
| Πατρῴαις, Δαυῒδ δὲ φίλον πέδον αἶψα κίχανον | |
| Βηθλεὲμ, ἢ κόλποισι μέγαν ὑπεδέξατο Χριστὸν, | |
| Ἀμφότεροι, μνηστή τε φίλη, καὶ κεδνὸς Ἰωσὴφ | |
| Γραψόμενοι. Φρήτρης γὰρ ἰῆς ἔσαν. Ὧδ’ ἐνὶ φάτνῃ | |
| Μήτηρ παρθενικὴ, κόσμου τέκε παντὸς ἄνακτα. | |
| Οὕτω καὶ διὰ πατρὸς ἀνέρχεται ἐς βασιλῆας. | |
| Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ | |
| Εἰς Ἀδὰμ ἐκ Χριστοῖο. Ἐμοὶ δ’ Ἀδὰμ ἦλθ’ ἐπὶ Χριστόν. | |
| Χειρὶ Θεοῦ πρώτιστος Ἀδὰμ γένετ’. Ἐκ δ’ Ἀδάμοιο | |
| Σὴθ πέλε. Τοῦ δ’ ἄρ’ Ἐνώς. Τοῦ, τέτρατος ἦε Καϊνάν. | |
| Τοῦ δ’ ἦν Μαλελεήλ. Τοῦ δ’ Ἰαρὲδ, ὃς τέκε παῖδα | |
| Κεῖνον Ἐνὼχ, ὃς ζωὸς ἐς οὐρανὸν ἦλθεν ἀερθείς. | |
| Τοῦδε, Μαθουσάλα ἔσκεν, ὃς υἱέα γείνατο Λάμεχ. | |
| Αὐτὰρ ὃ, Νῶε πατήρ. Σὴμ, Νώεος υἱὸς ἐκείνου. | |
| Ἐκ τοῦ δ’ Ἀρφαξὰδ, Καϊνὰν, Σαλά· τοῦ δ’ ἐνέπουσιν | |
| Υἱὸν Ἕβερ. Ἕβερος δὲ Φάλεκ πάϊς. Ἐκ δ’ ἄρα Φαλὲκ, | |
| Ἔσκε Ῥαγάβ. Κεῖνος δὲ Σεροὺχ τέκεν, ὃς τέκε Ναχώρ. | |
| Ἀβραὰμ αὖτ’ ἐπὶ τοῖσδε, πάϊς Θάρα Ναχορίδαο. | |
| Ἀβραμίδης δ’ Ἰσαὰκ Ἰακὼβ τέκεν, ὃς δ’ ἄρ’ Ἰούδαν. | |
| Αὐτὰρ ὃ ἐκ Θαμάρης Φαρὲς τέκεν. Αὐτὰρ ὃ, Ἐσρώμ. | |
| Ἐσρὼμ, τὸν Ἀρὰμ, ὃς τὸν Ἀμιναδάμ. Ὃς δὲ Ναασσών. | |
| Νασσὼν δ’ αὖ, Σαλμών. Σαλμὼν, Βοόζ. Ἐκ Βοὸζ, Ὠβήδ. | |
| Ὠβὴδ δ’ Ἰεσσαί· τοῦ δ’ ἐκ μέγας ἔπλετο Δαυΐδ. | |
| Δαυίδης δὲ, Νάθαν, ὃς Ματθὰν υἱὸν ἔτικτεν, | |
| Ὃς Μαϊνάν. Μαϊνὰν, Μελεὰν τέκε. Ὃς δ’ Ἐλιακείμ. | |
| Ὃς τὸν Ἰωάναν. Ὃς τὸν Ἰωσήφ. Ὃς, τὸν Ἰούδαν | |
| Γείνατο. Τοῦ, Συμεών. Τοῦ, Λευί. Τοῦ ἄπο, Ματθάν. | |
| Τοῦδε, Ἰωρείμ. Τοῦ δ’ Ἐλιέζερ. Τοῦδε, Ἰωσάφ. | |
| Τοῦ δ’ Ἤρ. Τοῦ δ’ Ἐλμώδ. Τοῦ δ’ αὖ πάϊς ἔπλετο Κωσάμ. | |
| Κωσὰμ, ἔην Ἀδδί. Τοῦ, Μελχί. Τοῦ δ’ ἄπο, Νηρί. | |
| Τοῦ δ’ ἄπο, Σαλαθιήλ, Ζοροβάβελ, Ῥησὰ, Ἰωνὰν, | |
| Ἰούδας, Ὠσώκ, Σεμεεί τ’ αὖ, Ματθίας τε, | |
| Καὶ Μαὰθ, Ναγγαὶ, καὶ Ἐσλείμ· τοῦ δ’ ἄπο Ναοὺμ, | |
| Ἀμώς, Ματθαθίας, καὶ Ἰωσὴφ, ἠδὲ Ἰανναί· | |
| Μελχί, καὶ Λευί, καὶ Ματθάν, Ἡλεὶ, Ἰωσήφ. | |
| Λουκᾶς μὲν οὕτω. Πῶς δὲ Ματθαῖος μέγας; | |
| Ἐξ Ἀβραὰμ μὲν μέχρι Δαυΐδ, ὡς ἔφην. | |
| Ἔνθεν δὲ Λουκᾶ τὴν ἱερατικὴν παρεὶς | |
| Σποράν, τίθησι τοῦ γένους ἀνακτόρων. | |
| Εἰσὶν δ’ ὅσοι τε καὶ τίνες, λελέξεται. | |
| Δαυίδης, Σολομών, Ῥοβοάμ, Ἀβίας τε, Ἀσά τε. | |
| Τοῦ δ’ Ἰωσαφὰτ ἔσκεν. Ὁ δ’ ἕβδομος ἦεν Ἰωράμ. | |
| Ὀζίας, ἠδ’ Ἰωάθαμ, ἠδ’ Ἄχαζ, Ἐζεκίας τε, | |
| Καὶ Μανασῆ, καὶ Ἀμώς, Ἰωσίας. Αὐτὰρ ἔπειτα | |
| Ἰεχονίας, ἁλωτὸν ὃν ἤγαγον ἐς Βαβυλῶνα· | |
| Σαλαθιήλ, Ζοροβάβελ, Ἀβιούδ, ἠδ’ Ἐλιακεὶμ, | |
| Ἀζώρ. Τοῦδε, Σαδώκ. Τοῦ δ’ Ἀχίν. Τοῦ δ’ Ἐλιούδα. | |
| Τοῦδ’ Ἐλιέζερ ἔην. Τοῦ, Ματθάν. Τοῦ δὲ Ἰακώβ. | |
| Ὕστατος, ὃς δοκέεσκε πατὴρ Χριστοῖο, Ἰωσήφ. |
| Title(s) | Περὶ τῆς τοῦ Χριστοῦ γενεαλογίας |
| Editorial status | Not a critical text |
| Genre(s) | Text-related epigram |
| Person(s) | |
| Metre(s) | Dactylic hexameter |
| Subject(s) | |
| Tag(s) | |
| Comment | The poem is partly written in iambic trimetres. |
| Bibliography |
Bibliography category to be determined J. Migne, 1862, Patrologiae cursus completus. Series graeca (vol. 37), Paris: 480-487 |
| Number of verses | 102 |
| Occurrence(s) |
[25548] Ματθαῖος πόθ(εν) εἰπε μέγ(ας) λουκ(ᾶς) τε φέριστο(ς)
[14th c.]
ANN ARBOR - University of Michigan Library 24 [1291-1325] (f. 3r-4v) (50 verses) |
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 448: "Greg. Nazianzenus, De Christi genealogia" |
| Permalink | http://dev.dbbe.ugent.be/types/6786 |
Last modified: 2026-01-19.
